Add parallel Print Page Options

36 ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα [a]ἀπὸ ἱματίου καινοῦ [b]σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν [c]σχίσει καὶ τῷ παλαιῷ οὐ [d]συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. 37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ [e]οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· 38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς [f]βλητέον. 39 [g]καὶ οὐδεὶς πιὼν [h]παλαιὸν θέλει νέον· λέγει γάρ· Ὁ παλαιὸς [i]χρηστός ἐστιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 ἀπὸ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 σχίσας WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 σχίσει WH Treg NIV ] σχίζει RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 συμφωνήσει τὸ ἐπίβλημα WH Treg NIV ] συμφωνεῖ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:37 οἶνος ὁ νέος WH Treg NIV ] νέος οἶνος RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:38 βλητέον WH NIV ] + καὶ ἀμφότεροι συντηροῦνται Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:39 καὶ Treg NIV RP ] – WH
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:39 παλαιὸν WH Treg NIV ] + εὐθέως RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:39 χρηστός WH Treg NA ] χρηστότερός NIV RP